Drop Down MenusCSS Drop Down MenuPure CSS Dropdown Menu


Αναζήτηση θεμάτων ιστολογίου

Συναξάριον


Ο ΜΗΤΡΟΠΟΛΙΤΗΣ ΜΑΣ κ.κ. ΧΡΥΣΟΣΤΟΜΟΣ

Ο ΘΕΟΦΙΛΕΣΤΑΤΟΣ ΕΠΙΣΚΟΠΟΣ ΚΕΡΝΙΤΣΗΣ κ. ΧΡΥΣΑΝΘΟΣ

Χαιρετισμοί προς την Υπεραγία Θεοτόκο

Χαιρετισμοί προς την Υπεραγία Θεοτόκο
Καντε κλικ στην εικόνα της Παναγίας και διαβάστε τους

Ακολουθία της Θείας Μεταλήψεως

Ακολουθία της Θείας Μεταλήψεως
Καντε κλικ στην φωτογραφία και διαβάστε

Η Ακολουθία του Μικρού Αποδείπνου από την Ι.Μ. Ομπλού

Η Ακολουθία του Μικρού Αποδείπνου από την Ι.Μ. Ομπλού
Καντε κλικ στην εικόνα για να δείτε το Video

Συμβουλές πριν από την Εξομολόγηση και τη Θεία Κοινωνία

Συμβουλές πριν από την Εξομολόγηση και τη Θεία Κοινωνία
Καντε κλικ στην φωτογραφία για να εμφανισθεί το θέμα

Πριν τον Γάμο...

Πριν τον Γάμο...
Καντε κλικ στην φωτογραφία για να εμφανισθεί το θέμα

Δυο λόγια για τη βάπτιση του παιδιού σας

Δυο λόγια για τη βάπτιση του παιδιού σας
Καντε κλικ στην φωτογραφία για να εμφανισθεί το θέμα

Πότε και πώς νηστεύομε;

Πότε και πώς νηστεύομε;
Καντε κλικ στην φωτογραφία για να εμφανισθεί το θέμα

Το σημείο του Σταυρού

Το σημείο του Σταυρού
Καντε κλικ στην φωτογραφία για να εμφανισθεί το θέμα

Blog Archive

Από το Blogger.
English French German Spain Italian Dutch Russian Portuguese Japanese Korean Arabic Chinese Simplified
Related Posts Plugin for WordPress, Blogger...
Σάββατο 19 Νοεμβρίου 2011
Print Friendly Version of this pagePrint Get a PDF version of this webpagePDF

Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Λαός: Ἀμήν.
ΣΤΑΣΙΣ ΠΡΩΤΗ
Ἀπὸ Ψαλμὸν 118 Ἦχος πλ. β'
Ἄμωμοι ἐν ὁδῷ, ἀλληλούϊα.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Ἀλληλούϊα.
Ἐπεπόθησεν ἡ ψυχή μου τοῦ ἐπιθυμῆσαι τὰ κρίματά σου ἐν παντὶ καιρῷ. Ἀλληλούϊα.
Ἐνύσταξεν ἡ ψυχὴ μου ἀπὸ ἀκηδίας, βεβαίωσόν με ἐν τοῖς λόγοις σου. Ἀλληλούϊα.
Κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου, καὶ μὴ εἰς πλεονεξίαν. Ἀλληλούϊα.
Ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν, τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου. Ἀλληλούϊα.
Μέτοχος ἐγώ εἰμι πάντων τῶν φοβουμένων σε, καὶ τῶν φυλασσόντων τὰς ἐντολάς σου. Ἀλληλούϊα.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἷς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἀλληλούϊα.

Ἱερεύς: Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἐτι δεόμεθα ὑπὲρ ἀναπαύσεως τῆς ψυχῆς τοῦ κεκοιμημένου δούλου (τῆς κεκοιμημένης δούλης) τοῦ Θεοῦ (Ν), καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτῷ (αὐτῇ) πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.
Ὅπως Κύριος ὁ Θεός, τάξῃ τὴν ψυχὴν αὐτοῦ (αὐτῆς) ἔνθα οἱ δίκαιοι ἀναπαύονται, τὰ ἐλέη τοῦ Θεοῦ, τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ἄφεσιν τῶν αὐτοῦ (αὐτῆς) ἁμαρτιῶν, παρὰ Χριστῷ τῷ ἀθανάτῳ Βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα.
Ἱερεύς: Τοῦ Κυρίου δεηθῶμεν.
Λαός: Κύριε, ἐλέησον.
Ἱερεύς: Ὅτι σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωή, καὶ ἡ ἀνάπαυσις τοῦ κεκοιμημένου δούλου (τῆς κεκοιμημένης δούλης) σου (Ν), Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Λαός: Ἀμήν.
ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ
Ἦχος πλ. α'
Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με, συνέτισόν με καὶ μαθήσομαι τὰς ἐντολάς σου. Ἐλέησόν με, Κύριε.
Ὅτι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ, τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. Ἐλέησόν με, Κύριε.
Σός εἰμι ἐγώ, σῶσόν με, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα. Ἐλέησόν με, Κύριε.
Ἀπὸ τῶν κριμάτων σου οὐκ ἐξέκλινα, ὅτι σὺ ἐνομοθέτησάς με. Ἐλέησόν με, Κύριε.
Ἔκλινα τὴν καρδίαν μου, τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα δι' ἀντάμειψιν. Ἐλέησόν με, Κύριε.
Καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ, διεσκέδασαν τὸν νόμον σου. Ἐλέησόν με, Κύριε.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἐλέησόν με, Κύριε, Κύριε.
ΣΤΑΣΙΣ ΤΡΙΤΗ
Ἦχος πλ. δ'
Καὶ ἐλέησόν με. Ἀλληλούϊα.
Ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με, κατὰ τὸ κρῖμα τῶν ἀγαπώντων τὸ ὄνομά σου. Ἀλληλούϊα.
Νεώτερος ἐγώ εἰμι, καὶ ἐξουδενωμένος, τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. Ἀλληλούϊα.
Τῆς φωνῆς μου ἄκουσον, Κύριε, κατὰ τὸ ἔλεός σου, κατὰ τὸ κρῖμα σου ζῆσόν με. Ἀλληλούϊα.
Ἄρχοντες κατεδίωξάν με δωρεάν, καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου. Ἀλληλούϊα.
Ζήσεται ἡ ψυχή μου καὶ αἰνέσει σε, καὶ τὰ κρίματά σου βοηθήσει μοι.
Ἐπλανήθην ὡς πρόβατον ἀπολωλός, ζήτησον τὸν δοῦλόν (τὴν δούλην) σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην.

ΕΥΛΟΓΗΤΑΡΙΑ
Ἦχος πλ. α'
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἁγίων ὁ χορός, εὗρε πηγὴν τῆς ζωῆς καὶ θύραν Παραδείσου, εὕρω κἀγώ, τὴν ὁδὸν διὰ τῆς μετανοίας, τὸ ἀπολωλὸς πρόβατον ἐγώ εἰμι· ἀνακάλεσαί με, Σωτήρ, καὶ σῶσόν με.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Ὁ πάλαι μέν, ἐκ μὴ ὄντων πλάσας με, καὶ εἰκόνι σου θείᾳ τιμήσας, παραβάσει ἐντολῆς δὲ πάλιν με ἐπιστρέψας εἰς γῆν ἐξ ἧς ἐλήφθην, εἰς τὸ καθ' ὁμοίωσιν ἐπανάγαγε, τὸ ἀρχαῖον κάλλος ἀναμορφώσασθαι.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Εἰκών εἰμι, τῆς ἀρρήτου δόξης σου, εἰ καὶ στίγματα φέρω πταισμάτων, οἰκτείρησον τὸ σὸν πλάσμα, Δέσποτα, καὶ καθάρισον σῇ εὐσπλαγχνίᾳ, καὶ τὴν ποθεινὴν πατρίδα παράσχου μοι, Παραδείσου πάλιν ποιῶν πολίτην με.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Ἀνάπαυσον, ὁ Θεὸς τὸν δοῦλόν (τὴν δούλην) σου, καὶ κατάταξον αὐτόν (αὐτήν) ἐν Παραδείσῳ, ὅπου χοροὶ τῶν Ἁγίων, Κύριε, καὶ οἱ δίκαιοι ἐκλάμψουσιν ὡς φωστῆρες, τὸν κεκοιμημένον δοῦλόν (τὴν κεκοιμημένην δούλην) σου ἀνάπαυσον, παρορῶν αὐτοῦ (αὐτῆς) πάντα τὰ ἐγκλήματα.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Τριαδικὸν
Τὸ τριλαμπὲς τῆς μιᾶς Θεότητος, εὐσεβῶς ὑμνήσωμεν βοῶντες· Ἅγιος εἶ, ὁ Πατὴρ ὁ ἄναρχος, ὁ συνάναρχος Υἱὸς καὶ θεῖον Πνεῦμα· φώτισον ἡμᾶς πίστει σοι λατρεύοντας, καὶ τοῦ αἰωνίου πυρὸς ἐξάρπασον.
Καὶ νῦν...
Χαῖρε σεμνή, ἡ Θεὸν σαρκὶ τεκοῦσα, εἰς πάντων σωτηρίαν, δι' ἧς γένος τῶν ἀνθρώπων εὕρατο τὴν σωτηρίαν, διὰ σοῦ εὕροιμεν Παράδεισον, Θεοτόκε, ἁγνὴ εὐλογημένη.
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (3)
Ἦχος πλ. δ'
Μετὰ τῶν Ἁγίων ἀνάπαυσον, Χριστε, τὴν ψυχὴν τοῦ δούλου (τῆς δούλης) σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.
Ἦχος α'
Ποία τοῦ βίου τρυφὴ διαμένει λύπης ἀμέτοχος; Ποία δόξα ἕστηκεν ἐπὶ γῆς ἀμετάθετος; Πάντα σκιᾶς ἀσθενέστερα, πάντα ὀνείρων ἀπατηλότερα· μία ῥοπὴ καὶ ταῦτα πάντα θάνατος διαδέχεται. Ἀλλ' ἐν τῷ φωτί, Χριστέ, τοῦ προσώπου σου, καὶ τῷ γλυκασμῷ τῆς σῆς ὡραιότητος, ὅν (ἥν) ἐξελέξω ἀνάπαυσον ὡς φιλανθρωπος.
Ἦχος β'
Ὡς ἄνθος μαραίνεται, καὶ ὡς ὄναρ παρέρχεται, καὶ διαλύεται πᾶς ἄνθρωπος, πάλιν δὲ ἠχούσης τῆς σάλπιγγος, νεκροί, ὡς ἐν συσσεισμῷ, πάντες ἀναστήσονται πρός τὴν σὴν ὑπάντησιν, Χριστὲ ὁ Θεός· τότε, Δέσποτα, ὅν (ἥν) μετέστησας ἐξ ἡμῶν, ἐν ταῖς τῶν Ἁγίων σου κατάταξον σκηναῖς, τὸ πνεῦμα τοῦ σοῦ δούλου (τῆς σῆς δούλης) Χριστέ.
Ἄλλο ἐκτὸς τοῦ Τυπικοῦ. Ἦχος β'
Οἴμοι, οἷον ἀγῶνα ἔχει ἡ ψυχή, χωριζομένη ἐκ τοῦ σώματος! Οἴμοι, πόσα δακρύει τότε, καὶ οὐχ ὑπάρχει ὁ ἐλεῶν αὐτήν! Πρὸς τούς Ἀγγέλους τὰ ὄμματα ῥέπουσα, ἄπρακτα καθικετεύει, πρὸς τοὺς ἀνθρώπους τὰς χεῖρας ἐκτείνουσα, οὐκ ἔχει τὸν βοηθοῦντα. Διό, ἀγαπητοί μου ἀδελφοί, ἐννοήσαντες ἡμῶν τὸ βραχὺ τῆς ζωῆς, τῷ μεταστάντι (τῇ μεταστάσῃ) τὴν ἀνάπαυσιν, παρὰ Χριστοῦ αἰτησώμεθα, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Ἦχος γ'
Πάντα ματαιότης τὰ ἀνθρώπινα, ὅσα οὐχ ὑπάρχει μετὰ θάνατον, οὐ παραμένει ὁ πλοῦτος, οὐ συνοδεύει ἡ δόξα·ἐπελθὼν γὰρ ὁ θάνατος, ταῦτα πάντα ἐξηφάνισται. Διό, Χριστῷ τῷ ἀθανάτῳ Βασιλεῖ βοήσωμεν· Τὸν μεταστάντα (τὴν μεταστᾶσαν) ἐξ ἡμῶν ἀνάπαυσον, ἔνθα πάντων ἐστὶν εὐφραινομένων ἡ κατοικία.
Ἦχος δ'
Ὄντως φοβερώτατον τὸ τοῦ θανάτου μυστήριον, πῶς ψυχὴ ἐκ τοῦ σώματος, βιαίως χωρίζεται ἐκ τῆς ἁρμονίας, καὶ τῆς συμφυΐας ὁ φυσικώτατος δεσμός, θείῳ βουλήματι ἀποτέμνεται. Διό σε ἱκετεύομεν· Τὸν μεταστάντα (τὴν μεταστᾶσαν) ἀνάπαυσον, ἐν σκηναῖς τῶν δικαίων σου, ζωοδότα φιλάνθρωπε.
Ἄλλο ἐκτὸς τοῦ Τυπικοῦ. Ἦχος δ'
Ποῦ ἐστιν ἡ τοῦ κόσμου προσπάθεια; Ποῦ ἐστιν ἡ των προσκαίρων φαντασία; Ποῦ ἐστιν ὁ χρυσὸς καὶ ὁ ἄργυρος; Ποῦ ἐστι τῶν ἱκετῶν ἡ πλημμύρα καὶ ὁ θόρυβος; Πάντα κόνις, πάντα τέφρα, πάντα σκιά. Ἀλλὰ δεῦτε βοήσωμεν τῷ ἀθανάτῳ Βασιλεῖ· Κύριε, τῶν αἰωνίων σου ἀγαθῶν ἀξίωσον τὸν μεταστάντα (τὴν μεταστᾶσαν) ἐξ ἡμῶν, ἀναπαύων αὐτόν (αὐτήν) ἐν τῇ ἀγήρῳ μακαριότητι.
Ἦχος πλ. α'
Ἐμνήσθην τοῦ Προφήτου βοῶντος· Ἐγώ εἰμι γῆ καὶ σποδός, καὶ πάλιν κατενόησα ἐν τοῖς μνήμασι καὶ εἶδον τὰ ὀστᾶ τὰ γεγυμνωμένα καὶ εἶπον: Ἄρα τὶς ἐστι, βασιλεύς ἢ στρατιώτης, ἢ πλούσιος ἢ πένης, ἢ δίκαιος ἢ ἁμαρτωλός; Ἀλλὰ ἀνάπαυσον, Κύριε, μετὰ δικαίων τὸν δοῦλόν (τὴν δούλην) σου ὡς φιλάνθρωπος.
Ἦχος πλ. β'
Ἀρχὴ μοι καὶ ὑπόστασις, τὸ πλαστουργόν σου γέγονε πρόσταγμα· βουληθεὶς γὰρ ἐξ ἀοράτου τε, καὶ ὁρατῆς με ζῷον συμπῆξαι φύσεως, γῆθεν μου τὸ σῶμα διέπλασας, δέδωκας δὲ μοι ψυχήν, τῇ θείᾳ σου καὶ ζωοποιῷ ἐμπνεύσει. Διό, Χριστέ, τὸν δοῦλόν (τὴν δούλην) σου, ἐν χώρᾳ ζώντων, ἐν σκηναῖς δικαίων ἀνάπαυσον.
Ἦχος βαρὺς
Ἀνάπαυσον, Σωτὴρ ἡμῶν ζωοδότα, ὃν μετέστησας ἀδελφόν (ἣν μετέστησας ἀδελφήν) ἡμῶν, ἐκ τῶν προσκαίρων, κράζοντα (κράζουσαν) δόξα σοι.
Ἄλλο ἐκτὸς τοῦ Τυπικοῦ. Ἦχος βαρὺς
Κατ' εἰκόνα σὴν καὶ ὁμοίωσιν, πλαστουργήσας κατ’ ἀρχὰς τὸν ἄνθρωπον, ἐν Παραδείσῳ τέθεικας κατάρχειν σου τῶν κτισμάτων, φθόνῳ δὲ διαβόλου ἀπατηθείς, τῆς βρώσεως μετέσχε, τῶν ἐντολῶν σου παραβάτης γεγονώς· διὸ πάλιν εἰς γῆν ἑξ ἧς ἐλήφθη, κατεδίκασας ἐπιστρέφειν, Κύριε, καὶ αἰτεῖσθαι τὴν ἀνάπαυσιν.
Ἦχος πλ. δ'
Θρηνῶ καὶ ὀδύρομαι, ὅταν ἐννοήσω τὸν θάνατον , καὶ ἴδω ἐν τοῖς τάφοις κειμένην τὴν κατ’εἰκόνα Θεοῦ, πλασθεῖσαν ἡμῖν ὡραιότητα, ἄμορφον, ἄδοξον, μὴ ἔχουσαν εἶδος. Ὢ τοῦ θαύματος! Τὶ τὸ περὶ ἡμᾶς τοῦτο γέγονε μυστήριον; Πῶς παρεδόθημεν τῇ φθορᾷ , καὶ συνεζεύχθημεν τῷ θανάτῳ; Ὄντως Θεοῦ προστάξει, ὡς γέγραπται, τοῦ παρέχοντος τοῖς μεταστᾶσι τὴν ἀνάπαυσιν.
Δόξα...
Ὁ θάνατός σου, Κύριε, ἀθανασίας γέγονε πρόξενος· εἰ μὴ γὰρ ἐν μνήματι κατετέθης, οὐκ ἂν ὁ Παράδεισος ἠνέῳκτο, διὸ τὸν μεταστάντα (τὴν μεταστᾶσαν) ἀνάπαυσον ὡς φιλάνθρωπος.
Καὶ νῦν...
Ἁγνὴ Παρθένε τοῦ Λόγου Πύλη, τοῦ Θεοῦ ἡμῶν Μήτηρ, ἱκέτευε ἐλεηθῆναι τὴν ψυχὴν αὐτοῦ (αὐτῆς).
Εἰς τὸ ἐν χρήσει Τυπικὸν τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας δὲν περιλαμβάνονται οἱ Μακαρισμοί. Πλὴν ἐνιαχοῦ ψάλλονται κατ' ἔθος.
 
ΟΙ ΜΑΚΑΡΙΣΜΟΙ
Ἐν τῇ βασιλείᾳ σου, μνήσθητί ἡμῶν, Κύριε.
Μακάριοι οἱ πτωχοὶ τῷπνεύματι ὅτι αὐτῶν ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν
Μακάριοι οἱ πενθοῦντες ὅτι αὐτοὶ παρακληθήσονται.
Μακάριοι οἱ πρᾳεῖς ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.
Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην ὅτι αὐτοὶ χορτασθήσονται.
Μακάριοι οἱ ἐλεήμονες ὅτι αὐτοὶ ἐλεηθήσονται
 
Ἦχος πλ. β΄. Οἱ ὅσιοί σου Παῖδες
Λῃστὴν τοῦ Παραδείσου Χριστὲ πολίτην ἐπὶ Σταυροῦ σοι βοήσαντα τὸ Μνήσθητί μου προαπειργάσω· αὐτοῦ τῆς μετανοίας ἀξίωσον κἀμὲ τὸν ἀνάξιον.
 
Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.
Ζωῆς ὁ κυριεύων καὶ τοῦ θανάτου ἐν ταῖς αὐλαῖς Ἁγίων ἀνάπαυσον ὃν προσελάβου ἐκ τῶν προσκαίρων βοῶντα· Μνήσθητί μου ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
 
Μακάριοι οἱ εἰρηνοποιοί ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
Ὁ τῶν ψυχῶν δεσπόζων καὶ τῶν σωμάτων οὗ ἐν τῇ χειρὶ ἡ πνοὴ ἡμῶν τῶν θλιβομένων παραμυθία ἀνάπαυσον ἐνχώρᾳ Δικαίων ὅν μετέστησας δοῦλόν(ην) σου
 
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν
Χριστός σε ἀναπαύσοι ἐν χώρᾳ ζώντων, καὶ πύλας Παραδείσου ἀνοίξοι σοι καὶ βασιλείας δείξοι πολίτην καὶ ἄφεσίν σοι δῴη ὧν ἥμαρτες ἐν βίῳ φιλόχριστε.
 
Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν, ψευδόμενοι ἕνεκεν ἐμοῦ.
Ἐξέλθωμεν καί ἴδωμεν ἐν τοῖς τάφοις, ὅτι γυμνά ὀστέα ὁ ἄνθρωπος, σκωλήκων βρῶμα καὶ δυσωδία καὶ γνῶμεν τίς ὁ πλοῦτος, τὸ κάλλος, ἡ ἱσχὺς καὶ ἡ εὐπρέπεια.
 
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.
Ἀκούσωμεν τί κράζει ὁ Παντοκράτωρ. Οὐαὶ, οἱ ἐκζητοῦντες θεάσασθαι, τὴν φοβερὰν ἡμέραν Κυρίου· αὕτη γάρ ἐστι σκότος· πυρὶ γὰρ δοκιμάσει τὰ σύμπαντα.
 
Δόξα...
Ἀνάρχῳ καὶ γεννήσει τε καὶ προόδῳ, Πατέρα προσκυνῶ τὸν γεννήσαντα, Υἱὸν δοξάζω τὸν γεννηθέντα, ὑμνῶ τὸ συνεκλάμπον, Πατρί τε καὶ Υἱῷ Πνεῦμα ἅγιον
 
Καὶ νῦν... Θεοτοκίον
Πῶς ἐκ μαζῶν σου γάλα βρύεις Παρθένε; Πῶς τρέφεις τὸν τροφέα τῆς κτίσεως; Ὡς εἶδεν ὁ πηγάσας ὕδωρ ἐκ πέτρας τὰς φλέβας τῶν ὑδάτων διψῶντι τῷ λαῷ καθὼς γέγραπται.
Προκείμενον Ἦχος γ'
Ἀναγνώστης: Μακαρία ἡ ὁδός, ᾗ πορεύει σήμερον, ὅτι ἡτοιμάσθη σοι τόπος ἀναπαύσεως.
Ἱερεύς: Πρόσχωμεν.
Ἀναγνώστης: Πρὸς σέ, Κύριε, κεκράξομαι, ὁ Θεός μου.
Ἱερεύς: Σοφία.
Ἀναγνώστης: Πρὸς Θεσσαλονικεῖς Α' Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. (Κεφ. 4, 13-17)
Ἱερεύς: Πρόσχωμεν.
Ἀναγνώστης: Ἀδελφοί, οὐ θέλω ὑμᾶς ἀγνοεῖν περὶ τῶν κεκοιμημένων, ἵνα μὴ λυπῆσθε καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Εἰ γὰρ πιστεύομεν ὅτι Ἰησοῦς ἀπέθανε καὶ ἀνέστη, οὕτω καὶ ὁ Θεὀς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ. Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας, ὅτι αὐτὸς ὁ Κύριος, ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ, καταβήσεται ἀπ' οὐρανοῦ καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον, ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι, ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.
Ἱερεύς: Εἰρήνη σοι.
Λαός: Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.
Ἱερεύς: Σοφία· ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι.
Λαός: Καὶ τῷ Πνεύματί σου,
Ἱερεύς: Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. (Κεφ. 5, 24-30)
Λαός: Δόξα σοι, Κύριε, δόξα σοι.
Ἱερεύς: Πρόσχωμεν.
Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Ἀμήν, ἀμὴν λέγω ὑμῖν ὅτι ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με, ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν. Ἀμήν, ἀμὴν λέγω ὑμῖν ὅτι ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ νεκροὶ ἀκούσονται τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ καὶ οἱ ἀκούσαντες ζήσονται· ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ Υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ καὶ κρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστι. Μὴ θαυμάζετε τοῦτο, ὅτι ἔρχεται ὥρα, ἐν ᾖ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς αὐτοῦ, καὶ ἐκπορεύσονται, οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως, οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ' ἐμαυτοῦ οὐδέν. Καθὼς ἀκούω κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός.
Λαός: Δόξα σοι, Κύριε, δόξα σοι.
Ἱερεύς: Ἐλέησον ἡμᾶς ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ ἀναπαύσεως τῆς ψυχῆς τοῦ κεκοιμημένου δούλου (τῆς κεκοιμημένης δούλης) τοῦ Θεοῦ (Ν) καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτῷ (αὐτῇ) πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.
Ὅπως Κύριος ὁ Θεὸς τάξῃ τὴν ψυχὴν αὐτοῦ (αὐτῆς) ἔνθα οἱ δίκαιοι ἀναπαύονται, τὰ ἐλέη τοῦ Θεοῦ, τὴν βασιλείαν τῶν οὐρανῶν καὶ ἄφεσιν τῶν αὐτοῦ (αὐτῆς) ἁμαρτιῶν, παρὰ Χριστῷ τῷ ἀθανάτῳ Βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα.
Ἱερεύς: Τοῦ Κυρίου δεηθῶμεν.
Λαός: Κύριε, ἐλέησον.
Ἱερεύς: ὁ Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός, ὁ τὸν θάνατον καταπατήσας τὸν δὲ διάβολον καταργήσας "ὁ τὸν θάνατον καταργήσας, τὸν δὲ διάβολον καταπατήσας ") καὶ ζωὴν τῷ κόσμῳ σου δωρησάμενος, αὐτός, Κύριε, ἀνάπαυσον καὶ τὴν ψυχὴν τοῦ κεκοιμημένου δούλου (τῆς κεκοιμημένης δούλης) σου (Ν), ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα πᾶσα ὀδύνη, λύπη καὶ στεναγμός. Πᾶν ἁμάρτημα τὸ παρ’ αὐτοῦ (αὐτῆς) πραχθὲν ἐν λόγῳ ἢ ἔργῳ ἢ διανοίᾳ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς συγχώρησον· ὅτι οὐκ ἔστιν ἄνθρωπος ὅς ζήσεται καὶ οὐχ ἁμαρτήσει· σὺ γὰρ μόνος, Κύριε, ἐκτὸς ἁμαρτίας ὑπάρχεις, ἡ δικαιοσύνη σου, δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ λόγος σου ἀλήθεια.
Ὅτι σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωὴ καὶ ἡ μακαρία ἀνάπαυσις τοῦ κεκοιμημένου δούλου (τῆς κεκοιμημένης δούλης) σου (Ν), Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καί, ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Λαός: Ἀμήν.
Ἱερεύς: Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.
Ὁ καὶ νεκρῶν καὶ ζώντων τὴν ἐξουσίαν ἔχων ὡς ἀθάνατος Βασιλεύς, καὶ ἀναστὰς ἐκ νεκρῶν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου ἁγίας αὐτοῦ Μητρός, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἁγίων ἐνδόξων Προπατόρων Ἀβραάμ, Ἰσαὰκ καὶ Ἰακώβ, τοῦ ὁσίου καὶ δικαίου φίλου αὐτοῦ Λαζάρου τοῦ τετραημέρου, καὶ πάντων των Ἁγίων, τὴν ψυχὴν τοῦ ἐξ ἡμῶν μεταστάντος δούλου (τῆς ἐξ ἡμῶν μεταστάσης δούλης) αὐτοῦ (Ν), ἐν σκηναῖς δικαίων τάξαι, ἐν κόλποις , Ἀβραὰμ ἀναπαύσαι, καὶ μετὰ δικαίων συναριθμήσαι ἡμᾶς δ' ἐλεήσαι καὶ σώσαι ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Αἰωνία σου ἡ μνήμη ἀξιομακάριστε καὶ ἀείμνηστε ἀδελφὲ ἡμῶν. (3)
Γιὰ γυναίκα: Αἰωνία σου ἡ μνήμη ἀξιομακάριστος καὶ ἀείμνηστος ἀδελφὴ ἡμῶν. (3)
Λαός: Αἰωνία ἡ μνήμη. (3)
Ἦχος β'
Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν
Δεῦτε τελευταῖον ἀσπασμόν, δῶμεν ἀδελφοὶ τῷ θανόντι (τῇ θανούσῃ), εὐχαριστοῦντες Θεῷ· οὗτος (αὗτη) γὰρ ἐξέλιπε τῆς συγγενείας αὐτοῦ (αὐτῆς), καὶ πρὸς τάφον ἐπεὶγεται, οὐκ ἔτι φροντίζων (φροντίζουσα), τὰ τῆς ματαιότητος καὶ πολυμόχθου σαρκός. Ποῦ νῦν συγγενεῖς τε καὶ φίλοι; Ἄρτι χωριζόμεθα ὅνπερ (ἥνπερ), ἀναπαῦσαι Κύριος εὐξώμεθα.
Ποῖος χωρισμός, ὦ ἀδελφοί, ποῖος κοπετός, ποῖος θρῆνος, ἐν τῇ παρούσῃ ῥοπῇ ! Δεῦτε οὖν ἀσπάσασθε τόν (τήν) πρὸ μικροῦ μεθ' ἡμῶν· παραδίδοται τάφῳ γάρ, καλύπτεται λίθῳ, σκότει κατοικίζεται, νεκροῖς συνθάπτεται· πάντες συγγενεῖς τε καὶ φίλοι, ἄρτι χωριζόμεθα ὅνπερ (ἥνπερ), ἀναπαῦσαι Κύριος εὐξώμεθα.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σῷζε τοὺς ἐλπίζοντας εἰς σέ, Μήτηρ τοῦ ἀδύτου Ἡλίου, Θεογεννήτρια, αἴτησαι πρεσβείαις σου τὸν Ὑπεράγαθον, ἀναπαῦσαι δεόμεθα, τὸν νῦν μεταστάντα (τὴν νῦν μεταστᾶσαν), ἔνθα ἀναπαύονται αἱ τῶν δικαίων ψυχαί, θείων ἀγαθῶν κληρονόμον, δεῖξον ἐν αὐλαῖς τῶν δικαίων εἰς μνημόσυνον, Πανάμωμε, αἰώνιον.
Δι' εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε, Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Ο Ναός μας εξωτερικά

Κυριακή στην Ενορία - Αφιέρωμα στον Ι.Ν. Αγίων Αντωνίου & Χαραλάμπους εις Κρύα Ιτεών Πατρών

ΕΘΝΙΚΟΣ ΥΜΝΟΣ - Εξωτερικά πλάνα Ναού

Ο ΝΑΟΣ ΜΑΣ ΕΞΩΤΕΡΙΚΑ (παλαιότερο video)


Θείες Λειτουργίες εβδομάδος

Θείες Λειτουργίες εβδομάδος
Κυριακή 14/4, Πέμπτη 18/4 (Προηγιασμένη), Παρασκευή προς Σάββατο 19/4 προς 20/4 (Αγρυπνία Ακαθίστου Ύμνου)

Λαμπρὰ Ἐγκαίνια τοῦ Ἱεροῦ Ναοῦ τοῦ Ἁγίου Ἀντωνίου στὴν περιοχὴ Κρύα Ἰτεῶν Πατρῶν

Λαμπρὰ Ἐγκαίνια τοῦ Ἱεροῦ Ναοῦ τοῦ Ἁγίου Ἀντωνίου στὴν περιοχὴ Κρύα Ἰτεῶν Πατρῶν
Καντε κλικ στη φωτογραφία για να εμφανισθεί το θέμα

Ἐτελέσθησαν τὰ θυρανοίξια στὸν νεόδμητο Ἱερὸ Ναὸ τοῦ Ὁσίου Ἀντωνίου τοῦ Μεγάλου στὰ Κρύα Ἰτεῶν

Ἐτελέσθησαν τὰ θυρανοίξια στὸν νεόδμητο Ἱερὸ Ναὸ τοῦ Ὁσίου Ἀντωνίου τοῦ Μεγάλου στὰ Κρύα Ἰτεῶν
Καντε κλικ στη φωτογραφία για να εμφανισθεί το θέμα

συνταγή για Πρόσφορο

συνταγή για Πρόσφορο
Καντε κλικ στο πρόσφορο και διαβάστε

Πώς θα βρείτε το Ναό μας

Ασματική Ακολουθία Οσίου Πατρός Αντωνίου του Μεγάλου

Ασματική Ακολουθία Οσίου Πατρός Αντωνίου του Μεγάλου
Καντε κλικ στην εικόνα για να την κατεβάσετε

Ασματική Ακολουθία Αγίου Ιερομάρτυρος Χαραλάμπους

Ασματική Ακολουθία Αγίου Ιερομάρτυρος Χαραλάμπους
Καντε κλικ στην εικόνα για να την κατεβάσετε